Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.237 Joseph. AJ 7.242 (English) >>Joseph. AJ 7.247

7.240τοῦτό τις ἰδὼν τῶν Δαυίδου στρατιωτῶν ἐδήλωσεν Ἰωάβῳ, καὶ πεντήκοντα σίκλους ἂν αὐτῷ δεδωκέναι τοῦ στρατηγοῦ φήσαντος, εἰ βαλὼν ἀπέκτεινε τὸν Ἀψάλωμον, “οὐδʼ εἰ χιλίους, εἶπεν, ἔμελλές μοι παρέξειν, τοῦτʼ ἂν διέθηκά μου τὸν τοῦ δεσπότου παῖδα, καὶ ταῦτʼ ἐκείνου πάντων ἡμῶν ἀκουόντων φείσασθαι τοῦ νεανίσκου δεηθέντος.” 7.241 δὲ κελεύσας αὐτῷ δεῖξαι ποῦ κρεμάμενον ἴδοι τὸν Ἀψάλωμον τοξεύσας κατὰ τῆς καρδίας ἀπέκτεινεν· οἱ δὲ τὰ τοῦ Ἰωάβου κομίζοντες ὅπλα περιστάντες ἐν κύκλῳ τὸ δένδρον κατασπῶσι τὸν νεκρόν· 7.242καὶ τὸν μὲν εἰς χάσμα βαθὺ καὶ ἀχανὲς ῥίψαντες ἐπιβάλλουσιν αὐτῷ λίθους, ὥστε ἀναπληρωθῆναι καὶ τὸ σχῆμα τάφου καὶ μέγεθος λαβεῖν, σημήνας δὲ ἀνακλητικὸν Ἰώαβος ἐπέσχε τοῦ διώκειν τοὺς οἰκείους στρατιώτας τὴν τῶν πολεμίων δύναμιν φειδόμενος τῶν ὁμοφύλων. 7.243

Ἔστησε δʼ Ἀψάλωμος ἐν τῇ κοιλάδι τῇ βασιλικῇ στήλην λίθου μαρμαρίνου δύο σταδίους ἀπέχουσαν Ἱεροσολύμων, ἣν προσηγόρευσεν ἰδίαν χεῖρα λέγων, ὡς καὶ τῶν τέκνων αὐτοῦ διαφθαρέντων ἐν τῇ στήλῃ μενεῖ τὸ ὄνομα· τέκνα γὰρ ἦν αὐτῷ τρία μὲν ἄρρενα, θυγάτηρ δὲ μία Θωμάρα τοὔνομα, ὡς προειρήκαμεν. 7.244συνοικησάσης δʼ αὐτῆς τῷ Σολόμωνος υἱῷ Ῥοβοάμῳ γίνεται παῖς διαδεξάμενος τὴν βασιλείαν Ἀβίας. καὶ περὶ μὲν τούτων ἐν ὑστέροις οἰκειότερον τῇ ἱστορίᾳ δηλώσομεν. μετὰ δὲ τὴν Ἀψαλώμου τελευτὴν μὲν λαὸς εἰς τὰ οἰκεῖα διεσπάρη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.237 Joseph. AJ 7.242 (English) >>Joseph. AJ 7.247

Powered by PhiloLogic